Luke 1:54-55

54ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

Luke 1:68-79

68Εὐλογητὸς κύριος θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
 ἐν = WH Treg NA/NIV: || ἐν τῷ = RP
ἐν οἴκῳ
 Δαυὶδ = WH Treg NA/NIV: || Δαυὶδ τοῦ = RP
Δαυὶδ παιδὸς αὐτοῦ,
70καθὼς ἐλάλησεν διὰ στόματος τῶν
 ἁγίων = WH Treg NA/NIV: || ἁγίων τῶν = RP
ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ,
71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, 72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν 74ἀφόβως ἐκ χειρὸς
 ἐχθρῶν = WH Treg NA/NIV: || τῶν ἐχθρῶν ἡμῶν = RP
ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ
75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ
 πάσαις ταῖς ἡμέραις = WH Treg NA/NIV: || πάσας τὰς ἡμέρας τὴς ζωῆς = RP
πάσαις ταῖς ἡμέραις ⸃ ἡμῶν.
76καὶ σὺ
 δέ = WH Treg NA/NIV: || [omit] = RP
δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ
 ἐνώπιον = WH NA/NIV: || πρὸ προσώπου = Treg RP
ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς
 ἐπισκέψεται = WH NA/NIV: || ἐπεσκέψατο = Treg RP
ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Acts 13:34-39

34ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. 35
 διότι = WH Treg NA/NIV: || Διὸ = RP
διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, 37ὃν δὲ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. 38γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε
 ἐν = WH Treg NA/NIV: || ἐν τῷ = RP
ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι
39ἐν τούτῳ πᾶς πιστεύων δικαιοῦται.

Romans 3:21-26

21Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 22δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς
 πάντας = WH Treg NA/NIV: || καὶ ἐπὶ πάντας = RP
πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή.
23πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, 24δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 25ὃν προέθετο θεὸς ἱλαστήριον
 διὰ = WH Treg: || διὰ τῆς = NA/NIV RP
διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
26ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς
 τὴν = WH Treg NA/NIV: || [omit] = RP
τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.

Romans 5:21

21ἵνα ὥσπερ ἐβασίλευσεν ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.



Romans 6:14

14ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν.

Romans 15:8-12

8λέγω
 γὰρ = WH Treg NA/NIV: || δέ = RP
γὰρ
 Χριστὸν = WH Treg NA/NIV: || Χριστὸν Ἰησοῦν = RP
Χριστὸν διάκονον
 γεγενῆσθαι = WH NA/NIV RP: || γένεσθαι = Treg
γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. 10καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11καὶ πάλιν· Αἰνεῖτε,
 πάντα τὰ ἔθνη τὸν κύριον = WH Treg NA/NIV: || τὸν κύριον πάντα τὰ ἔθνη = RP
πάντα τὰ ἔθνη, τὸν κύριον ⸃, καὶ
 ἐπαινεσάτωσαν = WH Treg NA/NIV: || ἐπαινέσατε = RP
ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.
12καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ῥίζα τοῦ Ἰεσσαί, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
Copyright information for SBLG